Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Πατέρων ἀθροίσθητε, πασὰ τοῦ Ἄθω πληθύς, πιστῶς ἑορτάζοντες, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνῃ, τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, νῦν παρὰ τοῦ Ἀγγέλου, παραδόξως ὑμνεῖται διὸ ὡς Θεοτόκον ἀεὶ ταύτην δοξάζομεν.
Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ σπυ Εἰκόνι Γαβριὴλ ὁ Ἀρχάγγελος, καταπτὰς ἐν σχήματι ξένῳ, τὴν ᾠδήν σοι ἀνέμελψεν, Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τὴν μόνην μακαρίζειν σε Ἁγνή, ὡς Μητέρα τοῦ τῶν ὅλων Δημιουργοῦ, καὶ σώζουσαν τοὺς κράζοντας· δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τοῖς μεγαλείοις σου, δόξα τῇ πρὸς ἡμᾶς σου προνοίᾳ Ἄχραντε.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον ἅπας ὁ Ἄθως, ὅτι ὕμνοις δέδεκται, ὑπὸ Ἀγγέλου θαυμαστῶς, σοῦ τῆς Ἁγνῆς Θεομήτορος, ἣν πᾶσα κτίσις γεραίρει δοξάζουσα.
Έτερον Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς ἐπιστὰς ἀπ’ οὐρανοῦ ἐν ξένῳ σχήματι Ὁ Γαβριὴλ τὸν μοναστὴν ἐμυσταγώγησε Μακαρίζει καὶ ὑμνεῖν σε ἀξίως Κόρη. Ἀλλ’ ἡμεῖς τούτου τὴν μνείαν ἑορτάζοντες τὴν πολλήν σου πρὸς ἡμᾶς ὑμνοῦμεν πρόνοιαν καὶ βοῶμέν σοι, χαῖρε Ἄθω ἡ ἔφορος.
Μεγαλυνάριον
Ἄξιον ὑμνεῖν σε διὰ παντός, τὴν Θεοῦ Μητέρα, καὶ προστάτιν τῶν γηγενῶν, παρὰ τοῦ Ἀγγέλου, Παρθένε διδαχθέντες, ὑμνοῦμεν καθ’ ἑκάστην, τὰ μεγαλεῖά σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου