Σήμερα είναι τα προεόρτια (παραμονή) της κοιμήσεως της Θεοτόκου. |
Ἀπολυτίκιον Ἦχος δ’. Ταχύ προκατάλαβε. Λαοὶ προσκιρτήσατε, χείρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν ἐνδόξως· ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν. Κοντάκιον Ἦχος δ’. Ἐπεφάνης σήμερον. Τῇ ἐνδόξῳ μνήμη σου ἡ οἰκουμένη, τῷ ἀϋλῳ Πνεύματι, πεποικιλημένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. |
Κυριακή 14 Αυγούστου 2016
Προεόρτια της κοιμήσεως της Θεοτόκου
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου