Πέμπτη 2 Φεβρουαρίου 2023

Σύναξη της Παναγίας Κουτσουριώτισσας στην Ερατεινή Φωκίδος

 Ἀπολυτίκιον

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὴν σεπτήν Σου Εἰκόνα Κουτσουριώτισσα Δέσποινα, ὡς ἁγίασμα θεῖον εὐλαβῶς ἐδεξάμεθα, καὶ πᾶσα ἡ Φωκὶς τῇ Σῇ Μονῇ, προστρέχει καὶ λαμβάνει ἐξ αὐτῆς, τὰς αἰτήσεις τῇ θερμῇ Σου ἐπισκοπῇ, Παρθένε ἀνακράζοντες· δόξα τῇ Σῇ χρηστότητα Ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ Πανύμνητε.


Κοντάκιον

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.

Τῇ θαυμαστῇ Σου καὶ Ἁγίᾳ Εἰκόνι, ἧν Κουτσουριώτισσαν προσφόρως καλοῦμεν, μετὰ σπουδῆς προστρέχοντες ἑκάστοτε, ἐξ αὐτῆς λαμβάνομεν, τὰ αἰτήματα πάντα, καὶ πάσης λυτρούμεθα, δυσχερείας καὶ λύπης. Σὺ γὰρ παρέχεις πᾶσι δαψιλῶς, Θεοχαριτῶτε Κόρη τὴν χάριν Σου.


Μεγαλυνάριον

Δέδωκας Εἰκόνα Σου τὴν σεπτήν, Κεχαριτωμένη Κουτσουριώτισσα Μαριάμ, πάσῃ τῇ Φωκίδι, θησαύρισμα ὡς θεῖον, ἁγιασμὸν καὶ χάριν πᾶσι παρέχουσαν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου