Σάββατο 3 Σεπτεμβρίου 2022

Εὐαγγέλιον Κυριακής

 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΘ´ 16 - 26



16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· Τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.




Ερμηνευτική απόδοση



Καὶ ἰδοὺ ἔνας τὸν ἐπλησίασε καὶ τοῦ εἶπε· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν καὶ τί καλὸν νὰ κάμω διὰ νὰ ἔχω ζωὴν αἰώνιον; 17 Ὁ δὲ Κύριος τοῦ εἶπε· Ἀφοῦ ἀπευθύνεσαι πρὸς ἐμὲ ὡς εἰς ἄνθρωπον ἀπλοῦν, διατὶ μὲ λέγεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀπὸ τὸν ἑαυτόν του καὶ πραγματικὰ ἀγαθὸς παρὰ μόνον ἕνας, ὁ Θεός.Ἐὰν ὅμως θέλῃς νὰ ἔμβῃς εἰς τὴν αἰώνιον καὶ μακαρίαν ζωήν, φύλαξε καθ’ ὅλον τὸν βίον σου τὰς ἐντολάς. 18 Λέγει εἰς αὐτόν· Ποίας ἐντολάς; Ὁ δὲ Ἰησοῦς εἶπε· τὸ νὰ μὴ φονεύσῃς, νὰ μὴ μοιχεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα καὶ νὰ ἀγαπήσῃς τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου. 20 Λέγει εἰς αὐτὸν ὁ νέος, ὁ ὁποῖος δὲν εἶχε διδαχθῇ ποία εἶναι καὶ πῶς ἐφαρμζεται ἢ πρὸς τὸν πλησίον ἀγάπη· Ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τότε, ποὺ ἤμουν νέος.Τί μοῦ λείπει ἀκόμη; 21 Εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐὰν θέλῃς νὰ εἶσαι τέλειος, πήγαινε, πώλησε τὰ ὑπάρχοντά σου καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺς καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανούς.Καὶ ἔλα νὰ μὲ ἀκολουθήσῃς. 22 Ὅταν ὅμως ὁ νέος ἤκουσε τὸν λόγον αὐτόν, ἔφυγε λυπημένος, διότι εἶχε πολλὰ κτήματα καὶ ἡ καρδία του ἦτο κολλημένη εἰς αὐτά. 23 Καὶ ὁ Ἰησοῦς τότε εἶπεν εἰς τοὺς μαθητάς του· Ἀληθῶς σᾶς λέγω, ὅτι δύσκολα ἄνθρωπος πλούσιος θὰ ἔμβη εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 Πάλιν δὲ σᾶς λέγω, εὐκολώτερον εἶναι νὰ περάσῃ μία γκαμήλα ἀπὸ τὴν τρύπα, ποῦ ἀνοίγει ἡ βελόνα, παρὰ ὁ πλούσιος νὰ ἔμβῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 25 Ἀλλ’ ὅταν ἤκουσαν τοῦτο οἱ μαθηταί του, τοὺς κατέλαβε πολὺ μεγάλη ἔκπληξις καὶ εἶπαν· Ποῖος τάχα ἠμπορεῖ νὰ σωθῇ; 26 Ἀφοῦ δὲ ὁ Ἰησοῦς τοὺς ἐκύτταξεν ἐκφραστικά, τοὺς επε· Εἰς τοὺς ἀνθρώπους αὐτὸ εἶναι ἀδύνατον, εἰς τὸν Θεὸν ὅμως ὅλα εἶναι δυνατά.Δύναται λοιπὸν ὁ Θεὸς διὰ τῆς χάριτός του νὰ λύσῃ κάθε καλοπροαιρέτου πλουσίου τοὺς δεσμοὺς τῆς καρδίας του πρὸς τὸ χρῆμα καὶ νὰ καταστήσῃ αὐτὸν ἄξιον τῆς σωτηρίας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου