Κυριακή 16 Φεβρουαρίου 2025

Άγιος Ρωμανός ο νέος Οσιομάρτυρας

 Ἀπολυτίκιον

Ἦχος γ’. Μέγαν εὔρατο ὲν τοῖς κινδύνοις.

Σθένει Χάριτος τῆς Παναγίας ῥώμην ὤνησας τὴν πανολβίαν καὶ ῥωμαλέως ἠγωνίσω, Μακάριε· ὅθεν Χριστὸν ὡς Θεὸν ὡμολόγησας καὶ μαρτυρίῳ τὴν πίστιν ἐτράνωσας, ῾Ρωμανὲ ἔνδοξε, ᾿Ασπροπύργου τὸ σέμνωμα. Σωτῆρα Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Έτερον Ἀπολυτίκιον

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

᾿Αθλητῶν καὶ μαρτύρων νέων τὸ καύχημα, ἀσκητῶν καὶ ὁσίων Εὐρυτάνων ἀγλάϊσμα ἀνεδείχθης, ῾Ρωμανέ, τῷ μαρτυρίῳ σου ὅτι ἐδόξασας Χριστὸν ἐν κριτηρίοις ἀσεβῶν τῇ ῥώμῃ τοῦ Παρακλήτου. Καὶ νῦν ὡς μάρτυς πρεσβεύεις ὑπὲρ πιστῶν τῶν εὐφημούντων σε.


Μεγαλυνάριον

῾Ρώμην ἐνεδύσω ἐξ οὐρανοῦ καὶ τῇ πανοπλίᾳ τοῦ Παντάνακτος ᾿Ιησοῦ ἐχθρῶν τὰς μεθοδείας καί τῶν ὑπεναντίων κατῄσχυνας γενναίως, ῾Ρωμανὲ ἔνδοξε.


Έτερον Μεγαλυνάριον

Τὸ τοῦ ᾿Ασπροπύργου σέβας λαμπρόν, ῾Ρωμανὸν τὸν νέον καὶ ἐν μάρτυσι θαυμαστόν, τὸν πίστει καὶ ἀνδρείᾳ κακίαν ἀναιροῦντα, ἄσμασιν καὶ ὕμνοις τοῦτον τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου