Δευτέρα 4 Δεκεμβρίου 2023

Άγιοι Χριστόδουλος και Χριστοδούλη η Παρθένος

 Οι Άγιοι Χριστόδουλος και Χριστοδούλη μαρτύρησαν δια ξίφους.





Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Δυάδα τὴν σύναθλον τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Χριστόδουλον μέλψωμεν, καὶ Χριστοδούλην ὁμοῦ, τὰ ἄνθη τῆς πίστεως, οὗτοι γὰρ τῇ ἀγάπῃ, πτερωθέντες τῇ θείᾳ, ἤθλησαν ὁμοφρόνως, καὶ τὸν ὄφιν καθεῖλον, καὶ νῦν καθικετεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Κοντάκιον

Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τοὺς γενναίους Μάρτυρας, καὶ ἀδελφοὺς κατὰ σάρκα, τὸν σοφὸν Χριστόδουλον, καὶ Χριστοδούλην τιμῶμεν, οὗτοι γάρ, τῶν τυραννούντων μηχανουργίας, ἤσχυναν, τῇ δυναστείᾳ τοῦ σταυρωθέντος, ἀνεδείχθησαν διόπερ, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.


Μεγαλυνάριον

Χαίροις τῶν Μαρτύρων ἡ ξυνωρίς, Χριστόδουλε μάκαρ, Ἀθλοφόρων ὁ κοινωνός, χαίροις Χριστοδούλη, Χριστοῦ ὡραία νύμφη, σεμνὴ Παρθενομάρτυς, ἀξιοθαύμαστε.


Ὁ Οἶκος

Τὴν δυάδα πιστοὶ τῶν Ἀθλοφόρων σήμερον, ἐν ᾠδαῖς ἱεραῖς καὶ ὕμνοις εὐφημήσωμεν, ὅτι τῶν εἰδώλων καθεῖλον τὴν πλάνην, πολυθεΐας τὸ πῦρ κατασβέσαντες καὶ δαίμονες ἤσχυναν, τῶν δὲ τυράννων τὸν θυμὸν οὐκ ἔπτυξαν, ξίφη τε καὶ πῦρ δειλιάσαντες, οὔτε θηρίων ἀγρίων ὁρμάς, ἀγωνισάμενοι, καλῶν Χριστόδουλος εὐκλεής, σὺν τῇ σεπτῇ Χριστοδούλῃ, ἀδελφοὶ σύναθλοι, δειχθέντες Μαρτύρων, ὁμοῦ καὶ καύχημα.


Κάθισμα

Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῶν βασάνων τὰ νέφη τὰ χαλεπά, Ἀθληταὶ παριδόντες καρτερικῶς, ὡς ἥλιος χάριτι, τοῦ Σωτῆρος ἐλάμψετε, ἀδελφικῇ στοργῇ δέ, ἐνθέως συνδούμενοι, ὁμοίοις πόνοις λαμπρῶς ἐδοξάσθητε, ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε, θεραπεύειν νοσήματα, Ἀθλοφόροι αὐτάδελφοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου