Σάββατο 25 Μαΐου 2024

Εὐαγγέλιον ΚΥΡΙΑΚΗΣ Δ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

 ΚΑΤΑ ΙΩΑΝΝΗΝ Ε´ 1 - 15



1 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11 ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.



Ερμηνευτική απόδοση


Μετὰ ταῦτα ἦτο ἡ ἑορτὴ τῶν Ἰουδαίων, πιθανώτατα ἡ ἑορτὴ τῶν Πουρίμ, ποὺ συνέπιπτεν ἕνα περίπου μῆνα πρὸ τοῦ Πάσχα. Καὶ κατὰ τὴν ἑορτὴν αὐτὴν ἀνέβη ὁ Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα. 2 Ὑπάρχει δὲ εἰς τὰ Ἱεροσόλυμα πλησίον τῆς προβατικῆς πύλης τοῦ τείχους τῆς πόλεως κάποια λίμνη, εἰς τὴν ὁποίαν ἐκολυμβοῦσαν, καὶ ἡ ὁποία εἶχεν ὡς πρόσθετον ὄνομα εἰς τὴν ἑβραϊκὴν γλῶσσαν Βηθεσδά. Εἶχε δὲ τριγύρω της ἡ κολυμβήθρα αὐτὴ πέντε θολωτὰ ὑπόστεγα. 3 Εἰς αὐτὰ τὰ θολωτὰ ὑπόστεγα εὑρίσκοντο ξαπλωμένοι πλῆθος πολὺ ἀρρώστων, τυφλῶν, κουτσῶν, ἀνθρώπων μὲ κάποιο μέλος πιασμένον καὶ ἀναίσθητον ἢ ἀτροφικόν, καὶ ὅλοι αὐτοὶ ἐπερίμεναν νὰ κινηθῇ τὸ νερὸ τῆς κολυμβήθρας. 4 Ἐπερίμεναν δὲ τὴν κίνησιν τοῦ νεροῦ, διότι ἄγγελος κατέβαινεν ἀπὸ καιροῦ εἰς καιρὸν εἰς τὴν κολυμβήθραν καὶ ἐτάρασσε τὸ νερό. Ἐκεῖνος λοιπόν, ποὺ θὰ ἔμβαινε πρῶτος εἰς αὐτὴν μετὰ τὴν ταραχὴν τοῦ νεροῦ, ἐγίνετο ὑγιής, ἀπὸ ὁποιονδήποτε νόσημα καὶ ἂν κατείχετο. 5 Ὑπῆρχε δὲ ἐκεῖ μεταξὺ τοῦ πλήθους τῶν ἀσθενῶν καὶ κάποιος ἄνθρωπος, ποὺ ἦτο ἄρρωστος ἐπὶ τριάκοντα καὶ ὀκτὼ χρόνια. 6 Αὐτὸν τὸν ἀσθενῆ ὅταν τὸν εἶδε ὁ Ἰησοῦς νὰ εἶναι ξαπλωμένος κάτω καὶ μὲ τὸ θεῖον του βλέμμα διέκρινεν, ὅτι ἀπὸ πολὺν καιρὸν εἶχε τὴν ἀσθένειάν του, εἶπε πρὸς αὐτόν· Θέλεις νὰ γίνης ὑγιής; Διὰ τῆς ἐρωτήσεως δὲ ταύτης ὁ Κύριος ἔδιδεν ἀφορμὴν εἰς τὸν παραλυτικὸν νὰ ζητήσῃ τὴν βοήθειάν του. 7 Πράγματι δὲ ὁ ἀσθενὴς ἀπεκρίθη εἰς αὐτόν· Κύριε, δὲν ἔχω ἄνθρωπον νὰ μὲ ρίψῃ εἰς τὴν κολυμβήθραν, ἀμέσως ὅταν ταραχθῇ τὸ νερό. Ἐνῶ δὲ προσπαθῶ νὰ ἔλθω ἐγώ, προλαμβάνει ἄλλος καὶ καταβαίνει αὐτὸς προτήτερα ἀπὸ ἐμέ. 8 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Σήκω ἐπάνω, πάρε τὸ κρεββάτι σου εἰς τὸν ὦμον σου καὶ περιπάτει. 9 Καὶ ἀμέσως ἔγινεν ὑγιὴς ὁ ἄνθρωπος καὶ ἐπῆρε τὸ κρεββάτι του καὶ ἐπεριπάτει ἐλεύθερα. Ἦτο ὅμως Σάββατον κατ’ ἐκείνην τὴν ἡμέραν. 10 Ὡς ἐκ τούτου λοιπὸν ἔλεγαν οἱ πρόκριτοι Ἰουδαῖοι εἰς τὸν ἰατρευμένον· Σήμερον εἶναι Σάββατον· δὲν σοῦ ἐπιτρέπεται νὰ σηκώσῃς καὶ νὰ μεταφέρῃς τὸ κρεββάτι. 11 Ἀπεκρίθη εἰς αὐτούς· Ἐκεῖνος, ποὺ μὲ ἔκαμεν ὑγιῆ διὰ θαύματος καὶ θείας δυνάμεως, αὐτός μου εἶπε· Πάρε τὸ κρεββάτι σου καὶ περιπάτει. 12 Κατόπιν λοιπὸν τῆς ἀπαντήσεως αὐτῆς τὸν ἡρώτησαν ἐκεῖνοι· Ποῖος εἶναι ὁ ἄνθρωπος αὐτός, ὁ ὁποῖος σοῦ εἶπε· Πάρε τὸ κρεββάτι σου καὶ περιπάτει; 13 Ὁ θεραπευθεὶς ὅμως παράλυτος δὲν ἤξευρε, ποῖος εἶναι· διότι ὁ Ἰησοῦς ἀπεμακρύνθη καὶ ἐξηφανίσθη. Ἦτο δὲ εὔκολον νὰ ἑξαφανισθῇ, διότι ὑπῆρχε πολὺς λαὸς εἰς τὸν τόπον, ποὺ ἔγινε τὸ θαῦμα. 14 Ὕστερα ἀπὸ κάμποσον καιρὸν ηὗρεν αὐτὸν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ τοῦ εἶπεν· Ἰδοὺ τώρα ἔχεις γίνει ὑγιῆς. Πρόσεξε λοιπὸν νὰ μὴ ἁμαρτάνῃς πλέον, διὰ νὰ μὴ σοῦ συμβῇ τίποτε χειρότερον ἀπὸ τὴν ἀσθένειαν ποὺ εἶχες, καὶ ἡ ὁποία σοῦ συνέβη ἐξ ἁμαρτιῶν σου. Πρόσεξε μήπως καὶ εἰς συμφορὰν τοῦ σώματος χειροτέραν ἐμπέσῃς, συγχρόνως δὲ καὶ τὴν ψυχήν σου μετὰ τοῦ σώματος χάσῃς. 15 Ἔφυγε τότε ὁ ἄνθρωπος ἀπὸ τὸ ἱερὸν καὶ ἀφοῦ συνήντησε τοὺς Ἰουδαίους ἀνήγγειλεν εἰς αὐτούς, ὅτι αὐτός, ποὺ μὲ ἔκαμεν ὑγιῆ, εἶναι ὁ Ἰησοῦς. 16 Καὶ δι’ αὐτὸ οἱ Ἰουδαῖοι κατεδίωκον τὸν Ἰησοῦν καὶ ἐζήτουν νὰ τὸν φονεύσουν, διότι ἔκανε τὰς θεραπείας αὐτὰς κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου