ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 17 - 31
17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. 20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· Παιδιόθεν. 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγὼ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτόν κατ’ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· 31 ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ερμηνευτική απόδοση
Καὶ ἀπεκρίθη ἕνας ἀπὸ τὸ πλῆθος τοῦ λαοῦ καὶ εἶπε· Διδάσκαλε, σοῦ ἔφερα τὸν υἱόν μου, ποὺ ἔχει καταληφθῇ ἀπὸ πνεῦμα πονηρόν, τὸ ὁποῖον τοῦ ἐπῆρε καὶ τὴν λαλιάν. 18 Καὶ εἰς ὅποιο μέρος τὸν πιάσῃ, τὸν ρίπτει κάτω καὶ ἀφρίζει καὶ τρίζει τὰ δόντια του καὶ γίνεται ξηρὸς καὶ ἀναίσθητος. Καὶ εἶπα εἰς τοὺς μαθητάς σου νὰ τὸ βγάλουν καὶ δὲν ἠμπόρεσαν. 19 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη εἰς αὐτὸν καὶ εἶπεν· Ὦ γενεά, ποὺ τόσα θαύματα εἶδες καὶ εἶσαι ἀκόμη ἄπιστος, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχομαι; Φέρτε τόν μου ἐδῶ. Καὶ τὸν ἔφεραν εἰς αὐτόν. 20 Καὶ ὅταν τὸ πονηρὸν πνεῦμα εἶδε τὸν Ἰησοῦν, ἀμέσως ἐτάραξε μὲ σπασμοὺς τὸν νέον, ὁ ὁποῖος, ἀφοῦ ἔπεσεν ἐπὶ τῆς γῆς, ἐκυλίετο καὶ ἔβγαζεν ἀφροὺς ἀπὸ τὸ στόμα. 21 Καὶ ἠρώτησεν ὁ Κύριος τὸν πατέρα του· Πόσος καιρὸς εἶναι ἀφ’ ὅτου τοῦ συνέβη τοῦτο; Ἐκεῖνος δὲ εἶπεν· Ἀπὸ μικρὸ παιδί. 22 Καὶ πολλὲς φορὲς τὸν ἔρρινε καὶ εἰς φωτιὰ καὶ εἰς νερά, διὰ νὰ τὸν θανατώσῃ. Ἀλλ’ ἐὰν μπορῇς νὰ κάμῃς τίποτε, λυπήσου μας καὶ βοήθησέ μας. 23 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε τοῦτο· Ἐὰν ἠμπορῇς σὺ νὰ πιστεύσῃς, ὅλα εἶναι δυνατὰ εἰς ἐκεῖνον ποὺ πιστεύει. 24 Καὶ ἀμέσως ἐφώναξεν ὁ πατὴρ τοῦ παιδίου μὲ δάκρυα καὶ εἶπε· Πιστεύω, Κύριε, ὅτι ἔχεις τὴν δύναμιν νὰ μὲ βοηθήσῃς. Βοήθησέ με νὰ ἀπαλλαγῶ ἀπὸ τὴν ὀλιγοπιστίαν μου καὶ ἀναπλήρωσε σὺ τὴν ἔλλειψιν τῆς πίστεώς μου. 25 Ὅταν δὲ εἶδεν ὁ Ἰησοῦς, ὅτι ἔτρεχεν ἐκεῖ καὶ ἐμαζεύετο πολὺς λαός, ἐπέπληξε τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ εἶπεν εἰς αὐτό· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κουφόν, ἐγὼ σὲ διατάσσω, ἔβγα ἀπὸ αὐτὸν καὶ μὴν ἔμβῃς πλέον εἰς αὐτόν. 26 Καὶ ἀφοῦ ἐφώναξε τὸ πονηρὸν πνεῦμα καὶ τὸν ἐσπάραξε πολύ, ἐβγῆκε. Καὶ ἔγινεν ὁ νέος σὰν νεκρός, ὥστε ἔλεγαν πολλοί, ὅτι ἀπέθανε. 27 Ὁ Ἰησοῦς ὅμως ἀφοῦ τὸν ἔπιασεν ἀπὸ τὸ χέρι, τὸν ἐσήκωσε καὶ ἐκεῖνος ἐστάθη ὄρθιος. 28 Καὶ ὅταν ὁ Κύριος ἐμβῆκεν εἰς κάποιο σπίτι, τὸν ἠρώτων ἰδιαιτέρως οἱ μαθηταί του· Διατὶ ἡμεῖς δὲν ἠμπορέσαμεν νὰ βγάλωμεν τὸ πονηρὸν πνεῦμα; 29 Καὶ εἶπεν εἰς αὐτούς· Αὐτὸ τὸ εἶδος τοῦ δαιμονίου δὲν βγαίνει μὲ τίποτε ἄλλο παρὰ μὲ προσευχὴν συνοδευομένην καὶ μὲ νηστείαν, ὥστε ἡ προσευχὴ νὰ γίνεται μὲ διάνοιαν ὅσον τὸ δυνατὸν ἐλαφροτέραν καὶ περισσότερον προσηλωμένην εἰς τὸν Θεόν. 30 Καὶ ἀφοῦ ἐβγῆκαν ἀπ’ ἐκεῖ, ἐπήγαιναν ἀθόρυβα διὰ τῆς Γαλιλαίας ἀκολουθοῦντες τὴν δυτικὴν ὄχθην τοῦ Ἰορδάνου. Καὶ δὲν ἤθελε νὰ τοὺς μάθῃ κανείς, ὅτι διέβαιναν. 31 Τοῦτο δὲ διότι ἤθελε νὰ εἶναι μόνος του μετὰ τῶν μαθητῶν του, τοὺς ὁποίους συστηματικῶς πλέον ἐδίδασκε καὶ ἔλεγεν εἰς αὐτούς, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, παραδίδεται μετ’ ὀλίγον εἰς τὰ χέρια ἀνθρώπων, καὶ θὰ τὸν θανατώσουν, καὶ ἀφοῦ θανατωθῇ, τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του θὰ ἀναστηθῇ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου