Δευτέρα 5 Μαρτίου 2018

Όσιος Μάρκος ο Αθηναίος

Συγκεχυμένες και ασαφείς οι πληροφορίες για τη ζωή του Οσίου Μάρκου του Αθηναίου. Από διήγηση του Όσιου Σεραπίωνος μαθαίνουμε ότι ασκήτευσε τον 4ο αιώνα μ.Χ. στην έρημο πέραν της χώρας των Χετταίων, μάλλον πέραν της Αιγύπτου, στο όρος της Θράκης (όχι βέβαια της ελληνικής) για 95 ολόκληρα χρόνια. Πατρίδα του ήταν η Αθήνα. Απεβίωσε ειρηνικά. Ίσως να είναι το ίδιο πρόσωπο με τον όσιο Μάρκο τον Ασκητή .


Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ πόλεως ἤνθησας τῶν Ἀθηνῶν τῆς λαμπρᾶς, καὶ βίον ἰσάγγελον ἐπολίτευσω ἐν γῇ, τρωθεὶς θείῳ ἔρωτι, ὅθεν ἐν τῇ ἐρήμῳ, ὁ Ἀββᾶς Σεραπίων, εὗρέ σε νεύσει θείᾳ, ὁσιώτατε Μάρκε, διὸ τῆς πολιτείας σου τὸν τρόπον ἀγάμεθα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς ἄγγελος ἔζησας ἐν τῇ ἐρήμῳ σοφέ, καὶ ὤφθης ἀνάπλεως τῶν ἐκ Θεοῦ δωρεῶν, ὦ Μᾶρκε Πατὴρ ἡμῶν· ὅθεν ἐν σοὶ ἐξέστη, Σεραπίων ὁ θεῖος, καὶ ἤγγειλε τοῖς ἐν κόσμῳ, τὴν ἁγίαν ζωήν σου, μεθ’ οὗ ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν ἐρήμῳ Ὅσιε, στεῤῥῶς ἀσκήσας, καὶ τραφεὶς ὡς ἄγγελος, ἀπ’ οὐρανοῦ ὑπερφυῶς, Ἀγγέλων ὤφθης ἰσότιμος, Μᾶρκε παμμάκαρ, Ὁσίων ἀγλάϊσμα.

Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μετὰ τὴν α’ Στιχολογία
Λιπὼν τὰ ἐπὶ γῆς, θεολήπτῳ καρδίᾳ, ἐσκήνωσας σοφέ, ἐν ἐρήμῳ ἀβάτῳ, καὶ βίον τὸν ἰσάγγελον, μετὰ σώματος ἔζησας Μᾶρκε Ὅσιε· ὅθεν συνήφθης Ἀγγέλοις, μεθ’ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάνσεπτον μνήμην σου.

Ἕτερον Κάθισμα
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Μετὰ τὴν β’ Στιχολογία
Ὁδηγηθεὶς τῇ τοῦ Θεοῦ προμηθείᾳ, πρὸς σὲ ἀφῖκται Σεραπίων ὁ θεῖος, καὶ τῆς ζωῆς τὸ τρόπον σου ἐθαύμασεν· ὅθεν καὶ κηδεύσας σου, Πάτερ Μᾶρκε τὸ σκῆνος, τὰ λαμπρά σου τρόπαια, ἀνεκήρυξε πᾶσι· μεθ’ οὗ δυσώπει πάντοτε Χριστόν, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.

Ἕτερον Κάθισμα
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μετὰ τὸν Πολυέλεον
Ἐν ἐρήμῳ σκηνώσας νοὸς στεῤῥότητι, ἀπενέκρωσας πάσας τὰς τῆς σαρκὸς ἡδονάς, δι’ ἀγώνων καρτερῶν Μᾶρκε μακάριε, καὶ τῶν ἐνθέων δωρεῶν, σκεῦος τίμιον φανείς, παρέχεις ἑνὶ ἑκάστῳ, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ, τῶν αἰτημάτων τὴν ἐκπλήρωσιν.

Ἕτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν τοῦ σώματος πρόνοιαν ὁλικῶς, ἀρνησάμενος πόθῳ τῷ θεϊκῷ, ὡς ἄσαρκος ἔζησας, ἐν ἐρήμῳ μακάριε, καὶ οὐρανίῳ ἄρτῳ, τραφεὶς θείῳ νεύματι, ἐγνώσθης μετὰ τέλος, ὁ πρὶν ἀγνοούμενος· ὅθεν καὶ τελέσας, τὸν ἀγῶνα ὁσίως, τῆς ἀνω λαμπρότητος, ἀνεδείχθης συμμέτοχος, Πάτερ Μᾶρκε θεόσοφε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Ὁ Οἶκος
Τὰ ἐν κόσμῳ ἐμφρόνως κατέλιπες, καὶ Χριστῷ ἀκλινῶς ἠκολούθησας, ἀρνησάμενος σαυτόν, ἀνενδοιάστῳ λογισμῷ, καὶ θεολήπτῳ γνῶμῃ· καὶ ἐν βαρείᾳ ἐρήμῳ θεόθεν ὁδηγηθείς, ἠγωνίσω ἐν αὐτῇ ὑπερφυέσι πόνοις, μόνος μόνῳ Θεῷ συγγινόμενος, καὶ τὰς θείας δωρεὰς παρ’ Αὐτοῦ δεχόμενος· ἄρτῳ γὰρ οὐρανίῳ ἐτρέφου, καὶ τὸ τῆς ἐρήμου ἐπίπονον καὶ σκληρόν, ὡς τρυφὴν ἡγοῦ, τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι καὶ μεθέξει· ὅθεν προσελθών σοι θαυμαστῶς ὁ θεῖος Σεραπίων, ἐξέστη ἐν σοί· καὶ τὸ σεπτόν σου σῶμα κηδεύσας ἀνύμνει σε, Μᾶρκε παμμάκαρ, Ὁσίων ἀγλάϊσμα.

Μεγαλυνάριον
Βλάστημα ὑπάρχων τῶν Ἀθηνῶν, ἄνθος τῆς ἐρήμου, διὰ βίου ἀγγελικοῦ, Μᾶρκε ἀνεδείχθης, καὶ κόσμῳ διαπνέεις, τῶν ἀρετῶν σου Πάτερ, ὀσμὴν τὴν κρείττονα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου