Τρίτη 14 Ιουλίου 2015

Άγιοι Ακύλας, Παύλος, Ηρωδίων οι Απόστολοι και Άγιος Σωσίων, πρώτος Επίσκοπος Λευκάδος

Για τον Άγιο Ακύλα, βλέπε βιογραφικό του σημείωμα την 13η Φεβρουαρίου, όπου συνεορτάζει με τη γυναίκα του Πρισκίλλα.

Την ίδια ημέρα συνεορτάζονται από την τοπική Εκκλησία της Λευκάδος οι Άγιοι Απόστολοι Παύλος  και Ηρωδίωv και ο Άγιος Σωσίων, πρώτος Επίσκοπος Λευκάδος.


Ἀπολυτίκιον
Ἦχος α’. Χορὸς Ἀγγελικός.
Τοῦ Παύλου Μαθητής, καὶ συνέκδημος ὤφθης, δεχθεῖς ἐν τὴ ψυχή, τὸν τῆς χάριτος λόγον, Ἀκύλα Ἀπόστολε, τοῦ Σωτῆρος διάκονε, ὅθεν ηὔγασας, τοὺς ἐν νυκτὶ τῆς ἀπάτης, καὶ ἠγώνισαι, ὑπὲρ τῆς δόξης Κυρίου, διὸ εὐφημοῦμεν σέ.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Ἀκύλα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος γʹ. Θείας πίστεως.
Πλάνην δύσθεον καταλιπόντες, Ἡρωδίωνος διδασκαλίᾳ καί Ἀκύλα παραινέσει ἐπώφθησαν, τῶν Λευκαδίων χοροί· οὕς μιμούμενοι τούς Ἀποστόλους ἐν ὕμνοις τιμήσωμεν καί Σωσίωνα Λευκάδος πρῶτον ἐπίσκοπον, οἵ Παύλου στοιχοῦντες ρήμασι φωτί τῆς Ἀληθείας ἡμᾶς ηὔγασαν.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἀποστόλων σύνθρονος, καὶ συνοδίτης, γεγονῶς Ἀπόστολε, τὴν οἰκουμένην διδαχαίς, καὶ θαυμασίοις κατηύγασας, στέφανον δόξης, Ἀκύλα δεξάμενος.

Κάθισμα
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου τοῖς ῥήμασι, καταυγασθεὶς τὴν ψυχήν, ὡς ἥλιος ἔλαμψας, θεογνωσίας φωτί, Ἀκύλα μακάριε, στέφος δὲ μαρτυρίου, ἀνεπλέξω νομίμως· ὅθεν ἀναπηγάζεις, ποταμοὺς ἰαμάτων, τοῖς πίστει ἑορτάζουσι, μάκαρ τὴν μνήμην σου.

Μεγαλυνάριον
Χάριτι τοῦ Παύλου καταυγασθείς, τῆς θεογνωσίας, ἀνεδείχθης λαμπρὰ ἀκτίς· ὅθεν καὶ ἀθλήσας, Ἀπόστολε Ἀκύλα, τῆς ἄνω θεαυγείας, ὤφθης ὁμόσκηνος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου