Σάββατο 1 Μαΐου 2021

Αγία Μαρία η Μεθυμοπούλα

 Η καλλιπάρθενος Νεομάρτυς της πίστεως Μαρία, η επονομαζόμενη Μεθυμοπούλα, γεννήθηκε στην Κάτω Φουρνή Μεραμβέλλου Κρήτης από γονείς ευσεβείς και φιλόθεους. Την Αγία αγάπησε ένας Τουρκαλβανός χωροφύλακας, ο οποίος κατέβαλε κάθε προσπάθεια να την προσελκύσει στο μιαρό έρωτά του. Όσο όμως αυτός προσπαθούσε, τόσο η μακαρία Μαρία τον αποστρεφόταν. Έτσι ο ασεβής αυτός άνδρας αποφάσισε να φονεύσει την Αγία. Αφού την βρήκε μία ημέρα να συλλέγει φύλλα για την διατροφή των μεταξοσκωλήκων, επιτέθηκε εναντίον της και την έπληξε θανάσιμα στην καρδιά. Έτσι έλαβε η πάγκαλος νύμφη του Κυρίου το στέφανο της αθλήσεως.


Η Αγία Νεομάρτυς Μαρία φέρεται ότι μαρτύρησε κατά το 1826 μ.Χ.



Ἀπολυτίκιον

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Χριστὸν καθικέτευε, ὑπὲρ ἡμῶν ἐκτενῶς, Φουρνῆς ἐγκαλλώπισμα, καὶ Νεοάθλων τερπνόν, Μαρία λευκάνθεμον· ἔρωτα γὰρ ἀπίστου, ἀρνηθεῖσα ἐδέχθης, βλῆμα θανατηφόρον, ἐξ αὐτοῦ ὡς στρουθίον, καὶ πτέρυγας πρὸς τὸν Κτίστην, ψυχῆς σου ἐπέτασας.


Έτερον Ἀπολυτίκιον

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Εὐσεβούντων οἱ δῆμοι, ἐγκωμιάσωμεν, Μεθυμοπούλαν Μαρίαν, τὴν ἐκ Φουρνῆς ἐκτενῶς, ὡς ἀμνάδα τοῦ Παντάνακτος πανάσπιλον, κράζοντες· πρέσβευε Χριστῷ, Νεομάρτυς θαυμαστή, ὡς ὄρνις ἐπὶ μωρέας, ὑπὸ στυγνῆς ἡ τρωθεῖσα, χειρὸς σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Έτερον Ἀπολυτίκιον

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τῆς Τριάδος τὴν πίστιν, καλῶς ἐτήρησας, καὶ δι’ αἱμάτων σου ταύτην, καλλιγραφοῦσα πιστῶς, τάς ἐνέδρας τοῦ ἐχθροῦ, πάσας διέφυγες· ὅθεν ἠγώνισαι στεῤῥῶς, ὡς παρθένος εὐκλεής, ὦ νεομάρτυς Μαρία • διό σε πάντες τιμῶμεν, τὰς σὰς πρεσβείας ἐξαιτούμενοι.


Κοντάκιον

Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Στεῤῥῶν ἀμνάδων τοῦ Χριστοῦ τὴν καλλιπάρθενον, τὴν ἐκ Κρήτης ὥσπερ ἄνθος εὐωδέστατον, ἑξανθήσασαν Μαρίαν τὴν ἀθληφόρον, μελῳδίαις καταστέψωμεν καὶ ᾂσμασιν, ὡς παρθένων νεανίδων κῆπον ἥδιστον, ἀνακράζοντες· χαίροις Μάρτυς νεόαθλε.


Μεγαλυνάριον

Φεύγουσα τὸν ἔρωτα μιαροῦ, ἀλλοπίστου θῦμα, τῷ Νυμφίῳ σου καὶ Θεῷ ἄμωμον προσήχθης Μαρία Νεομάρτυς, αὐτῷ τὴν σὴν ἁγνείαν, προῖκα προσφέρουσα.


Ὁ Οἶκος

Ἄνθος τερπνὸν ἁγνείας, ἀνεδείχθης Μαρία, καὶ πίστεως νεόδρεπτον κρίνον, ἐν Φουρνῇ τὸ βλαστῆσαν καλῶς, καὶ ὀδμαῖς ἡδῦναν εὐσεβεῖς ἅπαντας, ἀνδρείας καὶ συνέσεως, βοῶντάς σοι σεμνῶς τοιαῦτα·


Χαῖρε δοχεῖον τῆς παρθενίας·

χαῖρε πυξίον στεῤῥοψυχίας.

Χαῖρε γυναικῶν ἀλκιφρόνων ὑπόδειγμα·

χαῖρε εὐκλεῶν νεανίδων θησαύρσιμα.

Χαῖρε καύχημα τῆς πίστεως καὶ σεμνότητος κανῶν·

χαῖρε ἔρεισμα ἁγνότητος καὶ σοφίας λαμπηδών.

Χαῖρε ὅτι κατεπάτησας τοῦ ἀλάστορος ὀφρύν·

χαῖρε ὅτι πᾶσιν ἔδειξας εὐψυχίαν ἀνδρικήν.

Χαῖρε χαρὰ Φουρνῇς καὶ ὠράϊσμα·

χαῖρε φθορὰ ἀπίστων καὶ σύντριμμα.

Χαῖρε ἀμνὰς ἐκλεκτὴ τοῦ Κυρίου·

χαῖρε ψεκὰς μυστικοῦ θείου μύρου.

Χαίροις Μάρτυς νεοᾶθλε.


Κάθισμα

Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Τὴν ὀφρὺν ἐπάτησας, τοῦ ἀρχεκάκου, νεομάρτυς δράκοντος, ῥωσθεῖσα χάριτι Θεοῦ, καὶ ἠνδραγάθησας ἄριστα, Μαρία νέον, τῆς πίστεως σέμνωμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου