Πέμπτη 30 Αυγούστου 2018

Οσία Βρυαίνη

Η Οσία Βρυαίνη ίσως να είναι η μητέρα του Οσίου Φαντίνου . και απεβίωσε ειρηνικά.


Ἀπολυτίκιον
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐν τῇ ἀσκήσει σου, πάσας ἐξέπληξας, τῇ ταπεινώσει δέ, καὶ τῇ πρᾳότητα, καὶ τῇ ἀγάπῃ πρὸς Θεόν, ἀνῆλθες τῶν ἐπιγείων· ὅθεν σε ὁ Κύριος, ἡγουμένην κατέστησε, βόσκων τὰ ἀρνία του, τοῖς λογίοις τοῦ Πνεύματος· διὸ Ὁσία Μῆτερ Βρυαίνη, πρέσβευε ὑπὲρ τῶν εὐφημούντων σε.

Κοντάκιον
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστὸν τὸν δι’ ἡμᾶς, ἐκ Παρθένου Μαρίας, τεχθέντα ὑπὲρ νοῦν, ἀγαπήσασα Μῆτερ, τὰ πάντα ἐγκατέλιπες, καὶ Αὐτῷ ἠκολούθησας, καὶ ἐξήσκησας, τῶν ἀρετῶν τὴν χορείαν, ἐκ τῆς πράξεως, πρὸς θεωρίαν ἀχθεῖσα, Βρυαίνη ἀοίδιμε.

Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μετὰ τὴν α’ Στιχολογίαν,
Βρυαίνην τὴν σοφήν, εὐφημήσωμεν πόθῳ, αὕτη γὰρ ἐκτενῶς, δυσωπεῖ τὸν Σωτῆρα, ῥυσθῆναι ἐκ θλίψεων, καὶ κινδύνων τοὺς μέλποντας, τὴν σεβάσμιον, καὶ ἱερὰν αὐτῆς μνήμην, καὶ δοξάζοντας, τὸν τοῦ παντὸς εὐεργέτην, Χριστὸν τὸν φιλάνθρωπον.

Ἕτερον Κάθισμα
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μετὰ τὴν β’ Στιχολογίαν,
Τῆς στεῤῥᾶς ἀσκήσεως, τοὺς σοὺς ἀγῶνας, ἀνυμνοῦμεν ἔνδοξε, καὶ τὰς λοιπάς σου ἀρετάς, μεθ’ ὧν ἀνῆλθες πρὸς Κύριον, ὑπὲρ τοῦ κόσμου, πρεσβεύουσα πάντοτε.

Ἕτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ τοῦ κόσμου λιποῦσα ὡς νουνεχής, καὶ ζυγῷ ὑπαχθεῖσα τῷ τοῦ Χριστοῦ, τὴν ἔφεσιν ἅπασαν, τῆς καρδίας σου πάνσοφε, μετοχετεύσας Τούτῳ, ἐξῆψας τὸν ἔρωτα, τοῦ Ἰησοῦ καὶ τοῦτον, εἰς τέλος ἠγάπησας· ὅθεν χαρισμάτων, τῶν Αὐτοῦ ἐμπιπλᾷ σε, διώκειν τὰ πνεύματα, καὶ ἰᾶσθαι νοσήματα, Βρυαίνη ἀοίδιμε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Ὁ Οἶκος
Φυτεία πνευματικὴ τῆς διακόνου Πλατωνίδος ὑπάρχουσα, ἐβλάστησας ὡσεὶ δένδρον πολυστέλεχον καὶ ἐκαρποφόρησας εἰς ἑκατὸν τὰς θείας ἀρετάς σου, τήν τε πρᾶξιν καὶ θεωρίαν καὶ τὴν θείαν διδασκαλίαν· δι’ ἧς προσήγαγες πολλὰς ψυχὰς παρθένων τῷ Χριστῷ σεσωσμένας, ὡς μῦρον εὐῶδες καὶ θυμίαμα, καὶ τὴν Ὁσιομεγαλοπαρθενομάρτυρα Φεβρωνίαν, μεθ’ ὧν καὶ συγχορεύεις ἐν οὐρανοῖς, πρεσβεύουσα ὑπὲρ ἡμῶν, Βρυαίνη ἀοίδιμε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου