ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Β´ 13 - 23
13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. 14 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. 17 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· 18 Φωνὴ ἐν Ραμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσί. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. 21 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ. 22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.
Ερμηνευτική απόδοση
Ὅταν δὲ ἀνεχώρησαν οἱ μάγοι, ἰδοὺ ἄγγελος Κυρίου ἐφάνη εἰς τὸ ὄνειρόν του εἰς τὸν Ἰωσὴφ καὶ τοῦ εἶπε· Σήκω καὶ παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ φεῦγε εἰς τὴν Αἴγυπτον καὶ μένε ἐκεῖ, ἕως ὅτου σοῦ εἴπω.Φύγε, διότι πρόκειται ὁ Ἡρῴδης νὰ ζητήσῃ τὸ παιδίον μὲ τὸν σκοπὸν νὰ τὸ θανατώσῃ. 14 Ὁ Ἰωσὴφ δὲ ἐσηκώθη καὶ παρέλαβε νύκτα τὸ παιδίον καὶ τὴν μητέρα του καὶ ἀνεχώρησεν εἰς τὴν Αἴγυπτον. 15 Καὶ ἦτο ἐκεῖ, μέχρις ὅτου ἀπέθανεν ὁ Ἡρῴδης, διὰ νὰ ἐπαληθεύσῃ τελείως ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ μέσου τοῦ Προφήτου, ὁ ὁποῖος εἶπεν· Ἀπὸ τὴν Αἴγυπτον ἐκάλεσα τὸν υἱόν μου νὰ ἐπιστρέψῃ εἰς τὸν τόπον τῆς γεννήσεώς του. 16 Τότε ὁ Ἡρῴδης, ὅταν εἶδεν ὅτι οἱ μάγοι τὸν ἐξηπάτησαν καὶ τὸν ἐγέλασαν, ἐθύμωσε πολὺ καὶ ἔστειλε στρατιώτας, οἱ ὁποῖοι ἐθανάτωσαν ὁλα τὰ παιδιά, ποὺ ἦσαν εἰς τὴν Βηθλεὲμ καὶ εἰς ὅλα τὰ περίχωρα καὶ σύνορά της, ἀπὸ ἡλικίας δύο ἐτῶν καὶ κάτω, σύμφωνα μὲ τὸν χρόνον, τὸν ὁποῖον ἐξηκρίβωσεν ἀπὸ τοὺς μάγους. 17 17 Τότε ἔλαβε πλήρη πραγματοποίησιν ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸν προφήτην Ἱερεμίαν, ὁ ὁποῖος ἐπροφήτευσε καὶ εἶπε· 18 18 Φωνὴ σπαρακτικὴ ἠκούσθη εἰς τὸ χωρίον τῆς φυλῆς Βενιαμὶν Ραμᾶ, θρῆνος καὶ κλάματα καὶ ὀδυρμὸς πολύς.Ἡ σύζυγος τοῦ Ἰακὼβ Ραχήλ, ποὺ ἦτο ἐκεῖ θαμμένη, διὰ τῶν ἀπογόνων τῆς μητέρων, ποὺ ἐστερήθησαν τὰ μικρά τους, κλαίει τὰ τέκνα της, καὶ δὲν ἤθελε μὲ κανένα τρόπον νὰ παρηγορηθῇ, διότι τὰ ἀθῷα αὐτὰ παιδιὰ δὲν ὑπάρχουν πλέον εἰς τὴν ζωήν. 19 Ὅταν δὲ ἀπέθανεν ὁ Ἡρῴδης, ἰδοὺ ἐφάνη εἰς τὸ ὄνειρόν του εἰς τὸν Ἰωσὴφ ἄγγελος Κυρίου ἐν Αἰγύπτῳ 20 20 καὶ τοῦ εἶπε· Σήκω καὶ πάρε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ πήγαινε μὲ τὴν ἡσυχίαν σου εἰς τὴν χώραν τῶν Ἰσραηλιτῶν.Διότι ἔχουν πλέον ἀποθάνει ἐκεῖνοι, ποὺ ἐζήτουν τὴν ζωὴν τοῦ παιδιοῦ. 21 21 Αὐτὸς δέ, ἀφοῦ ἐσηκώθη, ἐπῆρε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ ἦλθεν εἰς τὴν Παλαιστίνην. 22 Ἀλλ’ ὅταν ἤκουσεν, ὅτι ὁ Ἀρχέλαος ἐβασίλευεν εἰς τὴν Ἰουδαίαν ἀντὶ τοῦ πατρός του Ἡρῴδου, ἐφοβήθη νὰ μεταβῇ ἐκεῖ.Καὶ καθὼς ὡδηγήθη εἰς ὄνειρον ἀπὸ τὸν Θεόν, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, ὅπου ἦτο ἡγεμὼν ὁ ὀλιγώτερον σκληρὸς ἀπὸ τὸν ἀδελφόν του Ἀρχέλαον Ἡρῴδης ὁ Ἀντίπας. 23 Καὶ ἀφοῦ ἦλθε, κατοίκησεν εἰς πόλιν ποὺ λέγεται Ναζαρέτ, διὰ νὰ πραγματοποιηθῇ ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τοὺς προφήτας, ὅτι ὁ Ἰησοῦς θὰ ὀνομασθῇ ἀπὸ τοὺς ἐχθρούς του περιφρονητικῶς Ναζωραῖος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου